8/26/2019

The Iliad

你準備好了嗎?9月9日我們就要來讀The Iliad

Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος   (1)
>
οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε
>
πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώωναὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν 

οἰωνοῖσί τε πᾶσιΔιὸς δ’ ἐτελείετο βουλή,    (5)
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε 

Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς
  Τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι@1 
Λητοῦς καὶ Διὸς υἱός·  γὰρ βασιλῆϊ χολωθεὶς 
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήνὀλέκοντο δὲ λαοί,    (10)
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα 

Ἀτρεΐδης·  γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα,
στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος 
χρυσέῳ ἀνὰ σκήπτρῳκαὶ λίσσετο πάντας Ἀχαιούς,   (15)
Ἀτρεΐδα δὲ μάλιστα δύωκοσμήτορε λαῶν·
>
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες 
ἐκπέρσαι Πριάμοιο πόλινεὖ δ’ οἴκαδ’ ἱκέσθαι· 
παῖδα δ’ ἐμοὶ λύσαιτε φίληντὰ δ’ ἄποινα δέχεσθαι,   (20)
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
  Ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ 
αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίεικρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·   (25)


原文引自TLG